ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγεινἐν δὲ Ἀφροδισίῳ ῾II 31 K':'
γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς,
λέγοντας οὐδέν: ὁπότε προστάξειέ τις
εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,
ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν,
ἐνέδρας δ᾽ ἕνεκα. νυνὶ δὲ τοῦτ᾽ ἔγνωχ᾽ ὅτι
ἀληθὲς ἦν: φέρομεν γὰρ ἄνθρωποι δέκα
ἔρανόν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν
οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,
τοῦτ᾽ ἔστιν, ἦν θ᾽ ὁ γρῖφος ἐνταῦθα ῥέπων.
καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον:
ἀλλ᾽ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι
οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα
ὁ Φίλιππος ἦν ἄρ᾽ εὐτυχής τις, νὴ Δία.
πότερ᾽ ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, <χύτραν>
λέγω
ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος,
πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,
νεογενοῦς ποίμνης δ᾽ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα,
τακεροχρῶτ᾽ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς
ἆρά μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν
χύτραν.
Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ
μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν,
ἢ σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα
βούλομαι.
Α. Βρομιάδος δ᾽ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ
συντεμών.
Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ
φάθι.
Α. κασιόπνουν δ᾽ αὔραν δι᾽ αἴθρας; Β. σμύρναν
εἰπέ, μὴ μακράν.
Α. μηδὲ τοιοῦτ᾽ ἄλλο μηδέν; Β. μηδὲ τοὔμπαλιν
λέγων,
ὅτι δοκεῖ τοῦτ᾽ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
αὐτὸ μὲν μηδέν, παρ᾽ αὐτὸ δ᾽ ἄλλα συστρέφειν
πυκνά.