previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ Γάστρωνί φησιν II 60 K':'
ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν
γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς,
λέγοντας οὐδέν: ὁπότε προστάξειέ τις
εἰπεῖν ἐφεξῆς τι φέρων τις μὴ φέρει,
ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν,
ἐνέδρας δ᾽ ἕνεκα. νυνὶ δὲ τοῦτ᾽ ἔγνωχ᾽ ὅτι
ἀληθὲς ἦν: φέρομεν γὰρ ἄνθρωποι δέκα
ἔρανόν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν
οὐδείς. σαφῶς οὖν τι φέρων τις μὴ φέρει,
τοῦτ᾽ ἔστιν, ἦν θ᾽ γρῖφος ἐνταῦθα ῥέπων.
καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον:
ἀλλ᾽ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι
οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα
Φίλιππος ἦν ἄρ᾽ εὐτυχής τις, νὴ Δία.
ἐν δὲ Ἀφροδισίῳ II 31 K':'
πότερ᾽ ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, <χύτραν>
λέγω
τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος,
πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,
νεογενοῦς ποίμνης δ᾽ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα,
τακεροχρῶτ᾽ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς
ἆρά μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν
χύτραν.
Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ
μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν,
σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα
βούλομαι.
Α. Βρομιάδος δ᾽ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ
συντεμών.
Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ
φάθι.
Α. κασιόπνουν δ᾽ αὔραν δι᾽ αἴθρας; Β. σμύρναν
εἰπέ, μὴ μακράν.
Α. μηδὲ τοιοῦτ᾽ ἄλλο μηδέν; Β. μηδὲ τοὔμπαλιν
λέγων,
ὅτι δοκεῖ τοῦτ᾽ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
αὐτὸ μὲν μηδέν, παρ᾽ αὐτὸ δ᾽ ἄλλα συστρέφειν
πυκνά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: