Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ ταῦτα ὁ Οὐλπιανὸς προπιών τινι τῶν
ἑταίρων ἔφη: ‘
ἀλλὰ κατὰ τὸν Ἀντιφάνην,
ὦ φιλότης
ὃς ἐν Ἀγροίκοις φησίν ῾II 13 K':'
ὅλην μύσας ἔκπινε. Β. μέγα τὸ φορτίον.
Α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων,
πῖθι οὖν,
ὦ ἑταῖρε.
καὶ
μὴ μεστὰς ἀεὶ
ἕλκωμεν,
—
ὁ αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ
῾II 101 K'—
᾽
ἀλλὰ καὶ λογίσκος εἰς μέσον
παταξάτω τις καί τι καὶ μελίσκιον,
στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι
ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός ....
παραδίδου δ᾽ ἑξῆς ἐμοὶ
τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ᾽ Εὐριπίδης.
Β. Εὐριπίδης γὰρ τοῦτ᾽ ἔφασκεν; Α. ἀλλὰ τίς;
Β. Φιλόξενος δήπουθεν. Α. οὐθὲν διαφέρει,
ὦ 'τάν: ἐλέγχεις μ᾽ ἕνεκα συλλαβῆς μιᾶς.'
καὶ ὃς ‘
τὸ δὲ πῖθι τίς εἴρηκεν;
᾽ ‘
ἀπεσκοτώθης,
φίλτατε,'
ἔφη ὁ Οὐλπιανός, ‘
σπάσας οἴνου τοσοῦτον.
παρὰ Κρατίνῳ ἔχεις ἐν Ὀδυσσεῦσι ῾I 57 K':'
τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ᾽ εὐθὺς ἐρώτα.
καὶ Ἀντιφάνης ἐν Μύστιδι ῾II 77 K':'
σὺ δ᾽ ἀλλὰ πῖθι. Β. τοῦτο μέν σοι πείσομαι:
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν:
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ᾽ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
καὶ Δίφιλος ἐν Βαλανείῳ ῾II 546 K':'
ἔγχεον μεστήν: τὸ θνητὸν περικάλυπτε τῷ θεῷ.
πῖθι: ταῦτα γὰρ <παρ᾽> ἡμῶν Διὸς ἑταιρείου, πάτερ.
Ἀμειψίας Σφενδόνῃ ῾I 675 K':'
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
Μένανδρος Αὐλητρίσι ῾IV 90 M':'
ἐλλέβορον ἤδη πώποτ᾽ ἔπιες, Σωσία;
ΣΩ. ἅπαξ. Α. πάλιν νυν πῖθι: μαίνει γὰρ κακῶς.