previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ ταῦτα Οὐλπιανὸς προπιών τινι τῶν ἑταίρων ἔφη: ‘ἀλλὰ κατὰ τὸν Ἀντιφάνην, φιλότης ὃς ἐν Ἀγροίκοις φησίν II 13 K':'
ὅλην μύσας ἔκπινε. Β. μέγα τὸ φορτίον.
Α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων,
πῖθι οὖν, ἑταῖρε. καὶ
μὴ μεστὰς ἀεὶ
ἕλκωμεν,
αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ II 101 K'—
ἀλλὰ καὶ λογίσκος εἰς μέσον
παταξάτω τις καί τι καὶ μελίσκιον,
στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι
ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός ....
παραδίδου δ᾽ ἑξῆς ἐμοὶ
τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ᾽ Εὐριπίδης.
Β. Εὐριπίδης γὰρ τοῦτ᾽ ἔφασκεν; Α. ἀλλὰ τίς;
Β. Φιλόξενος δήπουθεν. Α. οὐθὲν διαφέρει,
'τάν: ἐλέγχεις μ᾽ ἕνεκα συλλαβῆς μιᾶς.'
καὶ ὃςτὸ δὲ πῖθι τίς εἴρηκεν;ἀπεσκοτώθης, φίλτατε,' ἔφη Οὐλπιανός, ‘σπάσας οἴνου τοσοῦτον. παρὰ Κρατίνῳ ἔχεις ἐν Ὀδυσσεῦσι I 57 K':'
τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ᾽ εὐθὺς ἐρώτα.
καὶ Ἀντιφάνης ἐν Μύστιδι II 77 K':'
σὺ δ᾽ ἀλλὰ πῖθι. Β. τοῦτο μέν σοι πείσομαι:
καὶ γὰρ ἐπαγωγόν, θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν:
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ᾽ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
καὶ Δίφιλος ἐν Βαλανείῳ II 546 K':'
ἔγχεον μεστήν: τὸ θνητὸν περικάλυπτε τῷ θεῷ.
πῖθι: ταῦτα γὰρ <παρ᾽> ἡμῶν Διὸς ἑταιρείου, πάτερ.
Ἀμειψίας Σφενδόνῃ I 675 K':'
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
Μένανδρος Αὐλητρίσι IV 90 M':'
ἐλλέβορον ἤδη πώποτ᾽ ἔπιες, Σωσία;
ΣΩ. ἅπαξ. Α. πάλιν νυν πῖθι: μαίνει γὰρ κακῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: