πάντες δ᾽ ἀπεστύγεον ὕδωρ,Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ μέθης ῾p. 118 R' 'φησίν: ‘εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει: τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίγνεσθαι: μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι τάχιστα δι᾽ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ: τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.' τὸ δ᾽ ἐνδελεχῶς μεθύειν, φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ ῾IV 566 M','
τὸ πρὶν ἐόντες ἀίδριες οἴνου.
τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλαυοντο,
τοὶ δὲ παράπληκτον χέον ὀμφάν.
τίν᾽ ἡδονὴν ἔχει,καὶ Ἄλεξις δὲ ἐν τῇ τοῦ Φρυγίου διασκευῇ φησιν ῾II 390 K':'
ἀποστεροῦντα ζῶνθ᾽ ἑαυτὸν τοῦ φρονεῖν,
ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;
εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶντὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ Ἀριστοτέλης ῾p. 119 R' 'ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.'
παρεγίνεθ᾽ ἡμῖν, οὐδ᾽ ἂν εἷς οἶνόν ποτε
προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν
τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.