previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς ἀνθρώποις, βλασφημοῦντες οὐ μετρίως. ὅθεν Μελανιππίδης ἔφη fr. 4 B':'
πάντες δ᾽ ἀπεστύγεον ὕδωρ,
τὸ πρὶν ἐόντες ἀίδριες οἴνου.
τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλαυοντο,
τοὶ δὲ παράπληκτον χέον ὀμφάν.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ μέθης p. 118 R' 'φησίν: ‘εἰ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει: τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίγνεσθαι: μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι τάχιστα δι᾽ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ: τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.'

τὸ δ᾽ ἐνδελεχῶς μεθύειν, φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ IV 566 M','

τίν᾽ ἡδονὴν ἔχει,
ἀποστεροῦντα ζῶνθ᾽ ἑαυτὸν τοῦ φρονεῖν,
μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν φύσις;
καὶ Ἄλεξις δὲ ἐν τῇ τοῦ Φρυγίου διασκευῇ φησιν II 390 K':'
εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν
παρεγίνεθ᾽ ἡμῖν, οὐδ᾽ ἂν εἷς οἶνόν ποτε
προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν
τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.
τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν Ἀριστοτέλης p. 119 R' 'ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: