Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον.
Ἀντιφάνης Μελανίωνι ῾II 72 K':'
τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας
πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ.
ἐν δὲ Λάμπωνι ῾p. 68':'
ὁ δεῖν᾽ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.
Ἔφιππος Ἐφήβοις ῾II 255 K':'
φιάλην ἑκατέρᾳ
ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.
τινὲς δὲ καὶ τὸ παρ᾽ Ὁμήρῳ ῾I 203' '‘
ζωρότερον δὲ
κέραιρε᾽ οὐκ ἄκρατον σημαίνειν φασίν,
ἀλλὰ θερμόν,
ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως:
ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα <
οὐκ>
ἄτοπον.
ἄλλοι δὲ τὸ εὔκρατον,
ὥσπερ τὸ δεξιτερὸν
ἀντὶ τοῦ δεξιοῦ.
τινὲς δέ,
ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ 〈
ζα〉
ὅτι μέγεθος ἢ πλῆθος σημαίνει,
ζωρὸν τὸν πολυέτη λέγεσθαι.
Δίφιλος δ᾽ ἐν Παιδερασταῖς φησιν ῾II 559 K':'
ἔγχεον σὺ δὴ πιεῖν.
Β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δός: τὸ γὰρ
ὑδαρὲς ἅπαν τοῦτ᾽ ἐστι τῇ ψυχῇ κακόν.
Θεόφραστος δ᾽ ἐν τῷ περὶ μέθης ῾v. 116 W' '
ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον,
παρατιθέμενος
Ἐμπεδοκλέους τάδε ῾v. 182 St':'
αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ᾽ εἶναι,
ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.