previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι II 72 K':'
τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας
πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ.
ἐν δὲ Λάμπωνι p. 68':'
δεῖν᾽ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.
Ἔφιππος Ἐφήβοις II 255 K':'
φιάλην ἑκατέρᾳ
ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.
τινὲς δὲ καὶ τὸ παρ᾽ Ὁμήρῳ I 203' '‘ζωρότερον δὲ κέραιρε᾽ οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως: ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα <οὐκ> ἄτοπον. ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸζαὅτι μέγεθος πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ᾽ ἐν Παιδερασταῖς φησιν II 559 K':'
ἔγχεον σὺ δὴ πιεῖν.
Β. εὐζωρότερόν γε νὴ Δί᾽, παῖ, δός: τὸ γὰρ
ὑδαρὲς ἅπαν τοῦτ᾽ ἐστι τῇ ψυχῇ κακόν.
Θεόφραστος δ᾽ ἐν τῷ περὶ μέθης v. 116 W' 'ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε v. 182 St':'
αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ᾽ εἶναι,
ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: