οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον,Εὔβουλος ῾II 210 K':'
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ᾽ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιοςἈρχεστράτου τοῦ δειπνολόγου ῾fr. 59 Ri':'
οἰνίσκος οὕτω πότιμος.
εἶθ᾽ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε,
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
τόν τ᾽ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ:
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον: ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον:
πινόμενος δ᾽ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς . . . .
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων <ἐτέων> περικαλλέσιν ὥραις.
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ᾽ ὀνομῆναι:
ἀλλ᾽ οὐθὲν τἄλλ᾽ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ᾽ αὑτοῖς.