previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει. ἐν ταύτῃ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου I 473 K':'
οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ᾽ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Εὔβουλος II 210 K':'
Λευκάδιος πάρεστι καὶ μελίττιος
οἰνίσκος οὕτω πότιμος.
Ἀρχεστράτου τοῦ δειπνολόγου fr. 59 Ri':'
εἶθ᾽ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε,
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
τόν τ᾽ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ:
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον: ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον:
πινόμενος δ᾽ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς . . . .
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν
πολλαῖς πρεσβεύων <ἐτέων> περικαλλέσιν ὥραις.
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ᾽ ὀνομῆναι:
ἀλλ᾽ οὐθὲν τἄλλ᾽ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ᾽ αὑτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: