Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον
οἶνον ἔπινεν:
ὅν φησι Ποσειδώνιος ῾FHG III 276' '
κἀν
Δαμασκῷ τῆς Συρίας γίνεσθαι,
Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους.
ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν
Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν ῾FHG III 194' '
οἶνον
γίνεσθαι ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι.
Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος ῾I 804 K':'
‘
Χῖος καὶ Θάσιος ἠθημένος.'
καὶ Ἀντίδοτος δέ ῾II 411 K':'
Θάσιον ἔγχει . . . .
ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται:
Ἀσκληπιὸς κατέβρεξε . . . .
οἶνος Λέσβιος,
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
φησὶ Κλέαρχος ῾IV 564 M'.'
Λεσβίου ... πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
φησὶν Ἄλεξις ῾II 398 K'.'
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ὁ αὐτός ῾ibid.':'
ἡδὺς ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε:
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ᾽ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἔφιππος ῾II 264 K':'
φιλῶ γε πράμνιον οἶνον Λέσβιον ....
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
ἄγαν.
Ἀντιφάνης ῾II 117 K':'
ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα.
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Εὔβουλος ῾II 209 K':'
Θάσιον ἢ Χῖον λαβὼν
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου ῾ib. 212':'
οἶνον γάρ με ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης ῾II 163 K':' ‘
χοῦς κεκραμένος %5
ψιθίου.'