previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν: ὅν φησι Ποσειδώνιος FHG III 276' 'κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν FHG III 194' 'οἶνον γίνεσθαι ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος I 804 K':' ‘Χῖος καὶ Θάσιος ἠθημένος.' καὶ Ἀντίδοτος δέ II 411 K':'
Θάσιον ἔγχει . . . .
γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται:
Ἀσκληπιὸς κατέβρεξε . . . .
οἶνος Λέσβιος,
ὃν αὐτὸς ἐποίησεν Μάρων, μοι δοκῶ,
φησὶ Κλέαρχος IV 564 M'.'
Λεσβίου ... πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
φησὶν Ἄλεξις II 398 K'.'
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
αὐτός ibid.':'
ἡδὺς Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε:
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ᾽ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἔφιππος II 264 K':'
φιλῶ γε πράμνιον οἶνον Λέσβιον ....
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
ἄγαν.
Ἀντιφάνης II 117 K':'
ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα.
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Εὔβουλος II 209 K':'
Θάσιον Χῖον λαβὼν
Λέσβιον γέροντα νεκταροσταγῆ.
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου ib. 212':'
οἶνον γάρ με ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης II 163 K':' ‘χοῦς κεκραμένος %5 ψιθίου.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: