τίς δ᾽ ἀγροιῶτις θέλγει νόονΦιλέταιρος ῾II 235 K':'
οὐκ ἐπισταμένη τὰ βράκε᾽ ἕλκειν ἐπὶ τῶν σφυρῶν;
ἀμφιβάλλου σφυροῖς: οὐ καθήσεις, τάλαν,Ἕρμιππος δέ φησι ῾FHG III 51' 'Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν: Καλλίστρατός τε ὁ Ἀριστοφάνειος Ἀρίσταρχον ἐν συγγράμματι κακῶς εἴρηκεν ἐπὶ τῷ μὴ εὐρύθμως ἀμπέχεσθαι, φέροντός τι καὶ τοῦ τοιούτου πρὸς παιδείας ἐξέτασιν. διὸ καὶ Ἄλεξίς φησιν ῾II 393 K':'
μηδ᾽ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων
εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
ἐξὸν καλῶς. οὗ μήτε πράττεται τέλος
μηδεὶς ... ἡμᾶς μήτε τιμὴν δόντα δεῖ
ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις
δόξης τιν᾽ ὄγκον, τοῖς δ᾽ ὁρῶσιν ἡδονήν,
κόσμον δὲ τῷ βίῳ—τὸ τοιοῦτον γέρας
τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;