previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἕρμιππος δέ φησι FHG III 46' 'Θεόφραστον παραγίνεσθαι εἰς τὸν περίπατον καθ᾽ ὥραν λαμπρὸν καὶ ἐξησκημένον, εἶτα καθίσαντα διατίθεσθαι τὸν λόγον οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός. καί ποτε ὀψοφάγον μιμούμενον ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη.

ἔμελε δὲ αὐτοῖς καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ p. 175e':' ‘πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναβάλλεσθαι δ᾽ οὐκ ἐπισταμένους ἐπιδέξι᾽ ἐλευθερίως οὐδ᾽ ἁρμονίαν λόγων λαβόντας ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνθρώπων εὐδαιμόνων βίον.' Σαπφὼ περὶ Ἀνδρομέδας σκώπτει fr. 70 B4':'

τίς δ᾽ ἀγροιῶτις θέλγει νόον
οὐκ ἐπισταμένη τὰ βράκε᾽ ἕλκειν ἐπὶ τῶν σφυρῶν;
Φιλέταιρος II 235 K':'
ἀμφιβάλλου σφυροῖς: οὐ καθήσεις, τάλαν,
μηδ᾽ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;
Ἕρμιππος δέ φησι FHG III 51' 'Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν: Καλλίστρατός τε Ἀριστοφάνειος Ἀρίσταρχον ἐν συγγράμματι κακῶς εἴρηκεν ἐπὶ τῷ μὴ εὐρύθμως ἀμπέχεσθαι, φέροντός τι καὶ τοῦ τοιούτου πρὸς παιδείας ἐξέτασιν. διὸ καὶ Ἄλεξίς φησιν II 393 K':'
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων
εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
ἐξὸν καλῶς. οὗ μήτε πράττεται τέλος
μηδεὶς ... ἡμᾶς μήτε τιμὴν δόντα δεῖ
ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις
δόξης τιν᾽ ὄγκον, τοῖς δ᾽ ὁρῶσιν ἡδονήν,
κόσμον δὲ τῷ βίῳτὸ τοιοῦτον γέρας
τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: