32. ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν [p. 166] ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης: τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι: ‘ τὰς δ᾽ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ.’ καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως:: ‘Νίκανδρός φησιν ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.’ προείρηται δ᾽ ἄνω περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ᾽ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος :ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν
θήσειὸν θ᾽ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
Λευκερέης ἱερὸν περικαλλέος, ὃ ῥα μάλιστα
φίλατο.ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν
ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ᾽ ὑάκινθον,
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς: [p. 168]
ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,
γελῶν δ᾽ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
ἔγχει κἀπιβόα τρίτον παιῶν᾽,3 ὡς νόμος ἐστίν.ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίν
ὑπ᾽ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
κἀνθρύσκου μαλακῶν τ᾽ ἴων λείμακα καὶ τριφύλλου.καὶ Κρατῖνος ἐν Μαλθακοῖς:
λουσάμενοι δὲ πρὸ λαμπρᾶς
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ᾽ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξὶ τ᾽ ἠριναῖς
ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
ἀνθρύσκου ... ναρκίσσου φόβῃ
τῷ τ᾽ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι: [p. 170]
καὶ ... κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.