previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν [p. 166] ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης: τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι: ‘ τὰς δ᾽ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ.’ καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως:: ‘Νίκανδρός φησιν ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.’ προείρηται δ᾽ ἄνω περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ᾽ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος :

θήσειὸν θ᾽ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
Λευκερέης ἱερὸν περικαλλέος, ῥα μάλιστα
φίλατο.
ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ Φερεκράτης δὲ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν

μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ᾽ ὑάκινθον,
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς: [p. 168]
φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,
γελῶν δ᾽ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
ἔγχει κἀπιβόα τρίτον παιῶν᾽,3 ὡς νόμος ἐστίν.
δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν

ὑπ᾽ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
κἀνθρύσκου μαλακῶν τ᾽ ἴων λείμακα καὶ τριφύλλου.
ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ἐπιγράφεται Τρίφυλλον κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς Φερεκράτης Στράττις φησίν

λουσάμενοι δὲ πρὸ λαμπρᾶς
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ᾽ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
καὶ Κρατῖνος ἐν Μαλθακοῖς:

παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξὶ τ᾽ ἠριναῖς
ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
ἀνθρύσκου ... ναρκίσσου φόβῃ
τῷ τ᾽ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι: [p. 170]
καὶ ... κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: