Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας,
‘διὰ τούτων’ φησὶν ‘οὐδεὶς ἐξέρχεται λόγος.’
δοκιμαζομένου μάλιστα παρ᾽ αὐτοῖς τοῦ μέλανος
λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ
τοὺς νεανίσκους, 1 λέγεται Διονύσιος ὁ τῆς Σικελίας; τύραννος τούτου χάριν
Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς
φειδόμενον ἀναλώματος: ἔπειτα γευσάμενον καὶ
δυσχεράναντα ἀποπτύσαι: καὶ
1 τοὺς νεανίσκους] τοῖς νεανίσκοις Turnebus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.