Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1 τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, ‘διὰ τούτων,’ φησίν, ‘οὐδεὶς ἐξέρχεται λόγος.’
δοκιμαζομένου μάλιστα παρ᾽ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις,2 λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου
χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι
σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος: ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι καὶ τὸν μάγειρον εἰπεῖν, ‘ὦ βασιλεῦ, τοῦτον δεῖ
’
1 τα παλαια ... επιτηδευματα] omitted in most mss.
2 τοῖς νεανίσκοις Turnebus, as in the Life of Lycurgus, chap. xii.: τοὺς νεανίσκους.