Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν, ‘ναὶ1 τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.’
ἐπαίτης ᾔτησε Λάκωνα ‘ἀλλὰ εἰ δοίην σοι,’ ἔφη, ‘μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.’
Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς, ‘οὐδὲν’ εἶπε ‘φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.’
λαβών τις μοιχὸν ἐπ᾽ αἰσχρᾷ γυναικί, ‘ἄθλιε,’ εἶπε, ‘τίς τοι ἀνάγκα;’ [p. 416]
ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ‘ἀλλὰ ναὶ τὼ σιώ,’ εἶπεν, ‘ἀνδρεῖὸς γε ὁ ἄνθρωπος: πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ2 τὴν γλῶτταν.’