Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη, ‘τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἶναι1 καὶ υἱός.’
πρὸς δὲ τὸν εἰπόντα πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, ‘ἐὰν οὕτως,’ ἔφη, ‘αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.’
Ἀγησιλάου τοῦ Μεγάλου
Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον