ἔφη, ‘οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε.’
Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον, ‘ὅταν [p. 402] αὑτῶν οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε;’ ἀφ᾽ οὗ καὶ ἡ παροιμία
ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει.
πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον, ‘οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.1’
ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως