Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε, ‘σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.’
πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ‘ὅπως,’ ἔφη, ‘μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.’
μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν: ὁ δέ, ‘ὅπως,’ [p. 368] εἶπε, ‘μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.’
ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ‘ὅπως,’ εἶπε, ‘πλείω τοὺς ἐχθροὺς βλάπτωμεν.1’
ἄλλου δ᾽ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ‘ἵνα,’ ἔφη, ‘μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ’
1 βλάπτωμεν E. Kurtz: βλάπτοιμεν.