Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὀνίνησιν, εἰ μὴ πράττομεν δι᾽ ἃ ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, [p. 354] ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι᾽ ὅλου τοῦ βίου.’
ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενον1 ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδόντα τοὺς σωροὺς κειμένους παρ᾽ ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσαντα εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.
καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος
1 διερχόμενον and ἰδόντα F.C.B. from the Life of Lycurgus, chap. viii. (which has ὁρῶντα): διέρχομενος and ἰδὼν (or μειδιάσαντα might be changed to μειδιάσας).