Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις,’ ἔφη, ‘ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.’
τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.
ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.
ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.
θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντος, ‘οὐκ αἰσθάνῃ,’ ἔφη, ‘ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;’ν
ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, ‘θανάτου καταφρονήσας,’ ἔφη.
ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται