previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ὁρᾷς δ᾽ Ἀπόλλων᾽, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
πειθόμεσθα πάνθ᾽ ὅσ᾽ ἂν κεῖνος λέγῃ:
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
595ἐκεῖνον ἡγεῖσθ᾽ ἀνόσιον καὶ κτείνετε:
ἐκεῖνος ἥμαρτ᾽, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
οὐκ ἀξιόχρεως θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτ᾽ ἂν φύγοι,
εἰ μὴ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
600ἀλλ᾽ ὡς μὲν οὐκ εὖ μὴ λέγ᾽ εἴργασται τάδε,
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
γάμοι δ᾽ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών: οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τ᾽ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.

Χορός

605αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.

Τυνδάρεως

ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δ᾽ ἀμείβῃ μ᾽ ὥστε μ᾽ ἀλγῆσαι φρένα,
μᾶλλόν μ᾽ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον:
610καλὸν πάρεργον δ᾽ αὐτὸ θήσομαι πόνων
ὧν εἵνεκ᾽ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τ᾽ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
615μᾶλλον δ᾽ ἐκείνη σοῦ θανεῖν ἐστ᾽ ἀξία,
τῇ τεκούσῃ σ᾽ ἠγρίωσ᾽, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατ᾽ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθ᾽ μισήσειανΑἰγίσθου λέχος
620οἱ νέρτεροι θεοί: καὶ γὰρ ἐνθάδ᾽ ἦν πικρόν:
ἕως ὑφῆψε δῶμ᾽ ἀνηφαίστῳ πυρί.

Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός:
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τ᾽ ἐμόν,
μὴ τῷδ᾽ ἀμύνειν φόνον ἐναντίον θεοῖς:
625ἔα δ᾽ ὑπ᾽ ἀστῶν καταφονευθῆναι πέτροις,
μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός.
τοσαῦτ᾽ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους:
ἡμᾶς δ᾽ ἀπ᾽ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.

Ὀρέστης

630στεῖχ᾽, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
πρὸς τόνδ᾽ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδ᾽ ἐπὶ συννοίᾳ κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;

Μενέλαος

ἔασον: ἐν ἐμαυτῷ τι συννοούμενος
635ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.

Ὀρέστης

μή νυν πέραινε τὴν δόκησιν, ἀλλ᾽ ἐμοὺς
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.

Μενέλαος

λέγ᾽: εὖ γὰρ εἶπας: ἔστι δ᾽ οὗ σιγὴ λόγου
κρείσσων γένοιτ᾽ ἄν. ἔστι δ᾽ οὗ σιγῆς λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: