next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

Ἠλέκτρα

Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ᾽ εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτ᾽ ἄχθος ἀνθρώπου φύσις.
γὰρ μακάριοςκοὐκ ὀνειδίζω τύχας
5Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται: καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμ᾽ ἔχων ἴσον,
10ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
οὗτος φυτεύει Πέλοπα, τοῦ δ᾽ Ἀτρεὺς ἔφυ,
στέμματα ξήνασ᾽ ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. τί τἄρρητ᾽ ἀναμετρήσασθαί με δεῖ;
15ἔδαισε δ᾽ οὖν νιν τέκν᾽ ἀποκτείνας Ἀτρεύς.
Ἀτρέως δέ: τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας:
κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
γαμεῖ δ᾽ μὲν δὴ τὴν θεοῖς στυγουμένην
20Μενέλαος Ἑλένην, δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ:
παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τ᾽ Ἠλέκτρα τ᾽ ἐγώ,
ἄρσην δ᾽ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
25 πόσιν ἀπείρῳ περιβαλοῦσ᾽ ὑφάσματι
ἔκτεινεν: ὧν δ᾽ ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν: ἐῶ τοῦτ᾽ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δ᾽ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
πείθει δ᾽ Ὀρέστην μητέρ᾽ σφ᾽ ἐγείνατο
30κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
ὅμως δ᾽ ἀπέκτειν᾽ οὐκ ἀπειθήσας θεῷ:
κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θ᾽, ὃς ἡμῖν συγκατείργασται τάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter V
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: