Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἁ νεότας μοι φίλον αἰ-
εί: τὸ δὲ γῆρας ἄχθος
βαρύτερον Αἴτνας σκοπέλων
640ἐπὶ κρατὶ κεῖται, βλεφάρων
σκοτεινὸν φάος ἐπικαλύψαν.
μή μοι μήτ᾽ Ἀσιήτιδος
τυραννίδος ὄλβος εἴη,
645μὴ χρυσοῦ δώματα πλήρη
τᾶς ἥβας ἀντιλαβεῖν,
ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
καλλίστα δ᾽ ἐν πενίᾳ.
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
650ρας μισῶ: κατὰ κυμάτων δ᾽
ἔρροι, μηδέ ποτ᾽ ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατ᾽ αἰθέρ᾽ αἰ-
εὶ πτεροῖσι φορείσθω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.