next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀμφιτρύων

Ἀμφιτρύων

Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
Ἀργεῖον Ἀμφιτρύων᾽, ὃν Ἀλκαῖός ποτε
ἔτιχθ᾽ Περσέως, πατέρα τόνδ᾽ Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθ᾽ γηγενὴς
5σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
ἔσωσ᾽ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
10ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
λωτῷ συνηλάλαξαν, ἡνίκ᾽ εἰς ἐμοὺς
δόμους κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
15Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
ὠρέξατ᾽ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα: συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
20ἐξημερῶσαι γαῖαν, εἴθ᾽ Ἥρας ὕπο
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκ᾽ ἐς Ἅιδου, τὸν τρισώματον κύνα
25ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: