previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀμφιτρύων

ἰδού, θέασαι τάδε τέκνων πεσήματα.

Ἡρακλῆς

οἴμοι: τίν᾽ ὄψιν τήνδε δέρκομαι τάλας;

Ἀμφιτρύων

ἀπόλεμον, παῖ, πόλεμον ἔσπευσας τέκνοις.

Ἡρακλῆς

τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;

Ἀμφιτρύων

1135σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.

Ἡρακλῆς

τί φῄς; τί δράσας; κάκ᾽ ἀγγέλλων πάτερ.

Ἀμφιτρύων

μανείς: ἐρωτᾷς δ᾽ ἄθλι᾽ ἑρμηνεύματα.

Ἡρακλῆς

καὶ δάμαρτός εἰμ᾽ ἐγὼ φονεὺς ἐμῆς;

Ἀμφιτρύων

μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.

Ἡρακλῆς

1140αἰαῖ: στεναγμῶν γάρ με περιβάλλει νέφος.

Ἀμφιτρύων

τούτων ἕκατι σὰς καταστένω τύχας.

Ἡρακλῆς

γὰρ συνήραξ᾽ οἶκον βάκχευσ᾽ ἐμόν; †

Ἀμφιτρύων

οὐκ οἶδα πλὴν ἕν: πάντα δυστυχεῖ τὰ σά.

Ἡρακλῆς

ποῦ δ᾽ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;

Ἀμφιτρύων

1145ὅτ᾽ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.

Ἡρακλῆς

οἴμοι: τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
1150τέκνοις δικαστὴς αἵματος γενήσομαι;
σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,
δύσκλειαν μένει μ᾽ ἀπώσομαι βίου;
ἀλλ᾽ ἐμποδών μοι θανασίμων βουλευμάτων
Θησεὺς ὅδ᾽ ἕρπει συγγενὴς φίλος τ᾽ ἐμός.
1155ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος
ἐς ὄμμαθ᾽ ἥξει φιλτάτῳ ξένων ἐμῶν.
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
εὕρω, πτερωτὸς κατὰ χθονὸς μολών;
φέρ᾽ ... ἄν τικρατὶ περιβάλω σκότον.
1160αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς:
καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.

Θησεύς

ἥκω σὺν ἄλλοις, οἳ παρ᾽ Ἀσωποῦ ῥοὰς
μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
1165σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
ὡς σκῆπτρα χώρας τῆσδ᾽ ἀναρπάσας Λύκος
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
τίνων δ᾽ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
1170σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον,
χειρὸς ὑμᾶς τῆς ἐμῆς συμμάχων.
ἔα:
τί νεκρῶν τῶνδε πληθύει πέδον;
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
ὕστερος ἀφῖγμαι; τίς τάδ᾽ ἔκτεινεν τέκνα;
1175τίνος γεγῶσαν τήνδ᾽ ὁρῶ ξυνάορον;
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
ἀλλ᾽ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: