Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
φεῦ φεῦ, τόδ᾽ αὖ νεοχμὸν ἐκδοχαῖς
ἐπεισφρεῖ θεὸς κακόν. †ἐμοὶ [μὲν οὖν ἀβίοτος βίου]
τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν.†
ὀλομένους γάρ, οὐκέτ᾽ ὄντας λέγω,
870φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
[ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
αἰτουμένης δὲ κλῦθί μου: πρὸς γάρ τινος
οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.]