next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀφροδίτη

Ἀφροδίτη
Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ᾽ ἔσω:
ὅσοι τε Πόντου τερμόνων τ᾽ Ἀτλαντικῶν
ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,
5τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ᾽ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε:
τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.

δείξω δὲ μύθων τῶνδ᾽ ἀλήθειαν τάχα:
10 γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,
Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
λέγει κακίστην δαιμόνων πεφυκέναι:
ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,
15Φοίβου δ᾽ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος,
χλωρὰν δ᾽ ἀν᾽ ὕλην παρθένῳ ξυνὼν ἀεὶ
κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
μείζω βροτείας προσπεσὼν ὁμιλίας.
20τούτοισι μέν νυν οὐ φθονῶ: τί γάρ με δεῖ;
δ᾽ εἰς ἔμ᾽ ἡμάρτηκε τιμωρήσομαι
Ἱππόλυτον ἐν τῇδ᾽ ἡμέρᾳ: τὰ πολλὰ δὲ
πάλαι προκόψασ᾽, οὐ πόνου πολλοῦ με δεῖ.
ἐλθόντα γάρ νιν Πιτθέως ποτ᾽ ἐκ δόμων
25σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων
Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ
ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
30πέτραν παρ᾽ αὐτὴν Παλλάδος, κατόψιον
γῆς τῆσδε ναὸν Κύπριδος ἐγκαθίσατο,
ἐρῶσ᾽ ἔρωτ᾽ ἔκδημον, Ἱππολύτῳ δ᾽ ἔπι
τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.

load focus English (David Kovacs)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: