Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θησεύς
ἔα ἔα:
τί δή ποθ᾽ ἥδε δέλτος ἐκ φίλης χερὸς
ἠρτημένη; θέλει τι σημῆναι νέον;
ἀλλ᾽ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
860θάρσει, τάλαινα: λέκτρα γὰρ τὰ Θησέως
οὐκ ἔστι δῶμά θ᾽ ἥτις εἴσεισιν γυνή.
καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
τῆς οὐκέτ᾽ οὔσης οἵδε προσσαίνουσί με.
φέρ᾽ ἐξελίξας περιβολὰς σφραγισμάτων
865ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.