Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τροφός
τάλανες ὦ κακοτυχεῖς
γυναικῶν πότμοι.
τίν᾽ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον
670σφαλεῖσαι κάθαμμα λύειν λόγου;
ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς:
πᾷ ποτ᾽ ἐξαλύξω τύχας;
πῶς δὲ πῆμα κρύψω, φίλαι;
675τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
φανείη; τὸ γὰρ παρ᾽ ἡμῖν πάθος
πέραν δυσεκπέρατον ἔρχεται βίου.
κακοτυχεστάτα γυναικῶν ἐγώ.