Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
ἄγεις, Κύπρι, σὺν δ᾽
1270ὁ ποικιλόπτερος ἀμφιβαλὼν
ὠκυτάτῳ πτερῷ.
ποτᾶται δὲ γαῖαν εὐάχητόν θ᾽
ἁλμυρὸν ἐπὶ πόντον,
θέλγει δ᾽ Ἔρως ᾧ μαινομένᾳ κραδίᾳ
1275πτανὸς ἐφορμάσῃ χρυσοφαής,
φύσιν ὀρεσκόων σκύμνων πελαγίων θ᾽
ὅσα τε γᾶ τρέφει
τά τ᾽ αἰθόμενος ἅλιος δέρκεται,
1280ἄνδρας τε: συμπάντων βασιληίδα τι-
μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.