next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προοίμιον.

μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδ᾽ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζηλοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλ᾽ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πράξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπούδασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύμῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατ᾽ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν, ὡς ἂν καὶ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμόττουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν καταστάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ [p. 391] ἄριστα ὑποκρινεῖται χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, ῾καἲ μεμηνότα εἰ τύχοι ὀργιζόμενον ἔννουν χαίροντα ὁρμητὴν ἐρῶντα καὶ καθάπαξ τὸ ἁρμόδιον ἐφ᾽ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπ᾽ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφ᾽ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμμετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέντες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατ᾽ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης, τὸ γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύσεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν τέχνη εὑρίσκεται καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσάγονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτ᾽ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθίστασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δεικνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλήσεταί που, κομιδῇ σμικρά, γράμμασι γὰρ προστυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελθεῖν ταῦτα. ἀλλ᾽ ἵν᾽ ἡμῖν μὴ ἐφ᾽ ἑνὸς τὸ γράμμα προίοι, ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθ᾽ ἕκαστα διαρθροῦν, ἵν᾽ οὕτω καὶ λόγος τὸ ἁρμόττον ἔχοι. [p. 392]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: