next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶμαι μὲν, Ἀθηναῖοι, μὴ τήμερον πρῶτον περὶ τῆς Θηβαίων συμμαχίας ὑμᾶς βουλεύεσθαι μηδ᾽ ἐξ ὧν ἂν ἡμεῖς εἴπωμεν, ἀλλ᾽ εἴ τι κἀγὼ μέμνημαι, πολλοῖς πρότερον χρόνοις τῆς νυνὶ πρεσβείας ὑπάρχειν ἐσκεμμένους. ἐπεὶ δ᾽ εὐπορήκασιν ὅμως Λακεδαιμόνιοι ὑπὲρ αὐτῶν ἐρούντων εὐπρεπῶς, φέρε κἀγὼ τούτοις σύνοιδα συνείπω, τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν ποιησάμενος τῆς τῶν ἑτέρων περὶ οὓς ᾕρηνται, ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν. ἀναμνῆσαι δ᾽ ὑμᾶς πρῶτον βούλομαι, ὅτε Φοιβίδας ἠγγέλθη τὴν Καδμείαν κατειληφὼς δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοιπῶς, Ἀθηναῖοι, διετέθητε καὶ τίνα γνώμην ἔσχετε. ἆρ᾽ ἣν νῦν κελεύουσί τινες ὑμᾶς λαβεῖν, τὴν τοῦ κοινωνεῖν Λακεδαιμονίοις καὶ μετέχειν τοιαύτης ἀγνωμοσύνης καὶ πλεονεξίας, πολὺ τοὐναντίον κἀκείνους πονηροτάτους ἀνθρώπων ἐκρίνετε καὶ τοῖς Θηβαίοις συνήσθεσθε καὶ συνηλγεῖτε, καὶ δίκην λαβεῖν ἐγγενέσθαι συνεύχεσθε; νῦν τοίνυν καιρὸς οὗτος ἀφῖκται, ἄξιος μὲν τῆς ὑμετέρας, Ἀθηναῖοι, δικαίας [p. 643] γνώμης, ἄξιος δὲ τῆς Θηβαίων σπουδῆς, ἣν ἔσχον ἐλευθερῶσαι τὴν πατρίδα. εἰ μὲν οὖν οὕτως ἀτόπως ἔχετε ὥστ᾽ εὔχεσθαι μὲν ταῦτα, παρόντα δ᾽ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν, οὐκ Ἀθηναίων ἔργον, ἀλλ᾽ οὐκ οἶδ᾽ ὅτων εἴπω πεπόνθατε. οὐδένα γὰρ τῶν πάντων νομίζω τοσαύτης ἐμπληξίας καὶ ἀλογίας μεστὸν εἶναι ὅντινα ὧν εὔξατο αὑτῷ παρόντων τἀναντία ποιεῖν. εἰ δὲ τοῦτο μὲν οὐδ᾽ ἂν μανεὶς οὐδεὶς πάθοι, οὐδὲ λυποῖτο ὅτι αὐτῷ τι κατὰ γνώμην ἐξέβη, χάριν δ᾽ ἂν ἔχοι δή που τῇ τύχῃ καὶ τῷ καιρῷ, τί λοιπὸν μετὰ τῶν ἅπερ ἠβούλεσθε κατωρθωκότων εἶναι, καὶ ταῦτα καλούντων ὑμᾶς καὶ τὴν ἐπὶ τοῖς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: