next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἅπασι μὲν, ὡς ἐγὼ νομίζω, προφάσεις ἱκαναὶ τοῦ λέγειν ὡς ἐν τῷ παρόντι: τε γὰρ πόλις ἀξία σπουδῆς, εἰ δή τις ἄλλη τῶν Ἑλληνίδων, τό τ᾽ ἔργον ἐφ᾽ τὴν ἱερομηνίαν ποιεῖται μέγιστον τῶν εἰς ὄψιν ἐλθόντων ἀνθρώποις, οἵ τε καιροὶ τῶν πώποτε ἄριστοι καὶ τελεώτατοι: ἐμοὶ δὲ καὶ μάλιστα ἐναργὴς πρόφασις καὶ τῆς συνηθείας τοῦ βίου τοῦ ἡμετέρου. γὰρ Ἀσκληπιὸς κελεύει λέγειν: ὥστ᾽ οὔτ᾽ ἀσθένειαν σώματος οἷόν τε ὑπολογίσασθαι πρός γε αὐτὸν τὸν σωτῆρα οὔτε τῆς ὑποθέσεως τὸ μέγεθος καταδεῖσαι μὴ οὐ ῥᾴδιον τυχεῖν: ἀλλ᾽ ὥσπερ ἔφη Πίνδαρος, θεοῦ δείξαντος ἀρχὴν οὐδὲν δὴ τὸ κωλῦον, ἄλλως τε καὶ οὐ νῦν πρῶτον αὐτοῦ πειρώμεθα, ἀλλ᾽ ἐν πολλοῖς τε καὶ μεγάλοις καὶ πρόσθεν ἔγνωμεν ἐφ᾽ ἡμῶν αὐτῶν, οὐχ ἑτέρων, ὁπόσον τὸ τῆς ῥᾳστώνης αὐτῷ περίεστι κἀν τοῖς καθάπαξ ἀπόροις εἶναι δοκοῦσι, καὶ μὴ ὅτι [p. 383] τοῖς χαλεποῖς μὲν, ἀπογνῶναι δ᾽ οὐκ ἀναγκαίως ἔχουσιν. ἔγωγ᾽ οὖν πρὸς τοσοῦτον ἥκω τοῦ πιστεύειν ἑτέρῳ μελήσειν, ὥστ᾽ οὐκ οἶδ᾽ ὅντινα τρόπον αὐτοσχεδιάζω, πλὴν ὅσον οὐκ ἀπὸ στόματος παντελῶς, ἀλλὰ γράφων ἔτι. οὔτε γὰρ πρόσθεν ἔγνων τι χρὴ λέγειν, πρὶν ἔδει λέγειν ἤδη, τε προστάξας μείζων ἁπάσης ἔμοιγε παρασκευῆς. ἡγοῦμαι δὲ οὐ τὸν αὐτὸν τρόπον περὶ τῶν πραγμάτων τῶν μεγάλων ἔχειν καὶ τῶν πελαγῶν: τὰ μὲν γὰρ ὅσῳ μείζω, τοσούτῳ παρέχει πλείω τὸν φόβον, τὰ δ᾽ ἔστιν ὅπη καὶ βοηθεῖ, ἔστι γὰρ ὥσπερ ὅρμου λαβέσθαι πολλαχόθεν: ὥστ᾽ εἰ μὴ παντάπασί τις εἴη δυστυχὴς, τό γε τοῦ παντὸς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: