νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν,
ὅση δυνατή. οὕστινας δ᾽ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι
τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας
τελεῖν, οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα
μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τροφῆς καὶ κοινῆς
ὑμᾶς εὐθὺς ἂν εὕροι τις ἐπωνύμους καὶ ποριστὰς σκοπῶν
ἐξ ἀρχῆς: ὥστε ἔξεστιν εἰπεῖν ἰδίᾳ μὲν ἄλλους ἄλλοις εἶναι
τροφέας, οὓς ἂν ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις
παρασκευάσῃ, κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι καὶ
μόνους καὶ πρό γε αὐτῶν ἔτι τῶν τροφέων, ὥσπερ οὓς
πατέρας πατέρων καλοῦσιν οἱ ποιηταί: δι᾽ ἃ καὶ μόνα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.