This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν
Ἡρακλέα οἱ
Κελτοὶ Ὄγμιον
ὀνομάζουσι
φωνῇ τῇ ἐπιχωρίῳ, τὸ δὲ εἶδος
τοῦ
θεοῦ
πάνυ
ἀλλόκοτον
γράφουσι,
γέρων
ἐστὶν αὐτοῖς ἐς τὸ
ἔσχατον,
ἀναφαλαντίας,
πολιὸς
ἀκριβῶς
ὅσαι
λοιπαὶ
τῶν τριχῶν,
ῥυσὸς τὸ δέρμα καὶ
διακεκαυμένος ἐς τὸ
μελάντατον οἷοὶ
εἰσιν οἱ θαλαττουργοὶ
γέροντες:
μᾶλλον δὲ
Χάρωνα ἢ Ἰαπετὸν
τινα
τῶν
ὑποταρταρίων
καὶ πάντα μᾶλλον ἢ
Ἡρακλέα
εἶναι ἂν
εἰκάσειας.
ἀλλὰ
καὶ
τοιοῦτος ὢν
ἔχει
ὅμως
τὴν
σκευὴν τὴν
Ἡρακλέους:
καὶ
γὰρ τὴν
διφθέραν ἐνῆπται τὴν τοῦ
λέοντος καὶ τὸ
ῥόπαλον
ἔχει ἐν τῇ δεξιᾷ καὶ
τὸν
γωρυτὸν
παρήρτηται,
καὶ
τὸ
τόξον
ἐντεταμένον ἡ ἀριστερὰ προδείκνυσιν,
καὶ
ὅλος
Ἡρακλῆς
ἐστι ταῦτά γε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.