Εἲς Μητέρα Θεῶν
μητέρα μοι πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ᾽ ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
5οὔρεά τ᾽ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ.