Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κάτωνι δὲ τὸ μὲν γένος ἀρχὴν
ἐπιφανείας
ἔλαβε καὶ δόξης ἀπὸ τοῦ προπάππου Κάτωνος,
ἀνδρὸς ἐν δόξῃ καὶ δυνάμει μάλιστα Ῥωμαίων
γενομένου δι᾽ ἀρετήν, ὡς ἐν τοῖς περὶ ἐκείνου
γέγραπται, κατελείφθη δὲ γονέων ὀρφανὸς μετ᾽
ἀδελφοῦ Καιπίωνος1 καὶ Πορκίας ἀδελφῆς. ἦν
δὲ καὶ Σερβιλία Κάτωνος ὁμομήτριος ἀδελφή.
καὶ πάντες οὗτοι παρὰ Λιβίῳ Δρούσῳ τροφὴν
καὶ δίαιταν εἶχον, θείῳ μὲν ὄντι πρὸς2 μητρός,
ἄγοντι δὲ τὴν πολιτείαν τότε: καὶ γὰρ εἰπεῖν δεινότατος ἦν, καὶ τἆλλα σώφρων ἀνὴρ ἐν τοῖς μάλιστα, καὶ φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.