[5]
ἀλλα᾽ ὁπόταν νύμφαι δροσεραὶ κατὰ ἄστυ χορείῃ
τερπόμεναι στρωφῶνται 1 ἐυστεφέας κατ᾽ ἀγυιάς,
καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ,
δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων
῎ιστρον καλλιρόοιο πόρον περάοντα σὺν αἰχμῇ,
καὶ σκυθικὴν ὀλέσει χώρην καὶ μυσίδα γαῖαν,
παιονίης δ᾽ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν
αὐτοῦ καὶ βιότοιο τέλος καὶ δῆρις 2 ἐφέξει.