anonymi epigrammatici
εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳ
εἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας:
ᾔδεε γὰρ πᾶς δῆμος ὅσους ἐπὶ κύδεϊ νίκης
αἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους.
ὡς δ᾽ ἔθανεν, ποθέουσα, φίλον τύπον ἄνθετο τοῦδε,
ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων.