anonymi epigrammatici
εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται,
μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης.
σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι,
μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ:
οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη,
ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη. [p. 378]