anonymi epigrammatici
αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει:
ἤθελε γὰρ χρυσῷ: ἀλλ᾽ ἴδεν ἐς Νέμεσιν.
εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκην
εὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων,
ἔμπνοά σοι ξύμπαντες ἀγάλματα: πᾶς δὲ περισσὸς
καὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος.