anonymi epigrammatici
Πορφυρίῳ μετ᾽ ἄεθλα γέρας πόρεν ἄξιον ἔργων
κοίρανος, ὁ Πρασίνοις τοῦτο χαριζόμενος.
πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζων
ᾔνεσε Καλλιόπαν, καὶ πάλι Πορφύριον.
διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρως
οὗτος, ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς.