antiphilus
ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα
μάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη,
καὶ δέπας ἐκ κεράμοιο, σοφῷ κυνὶ μέτρα βίοιο
ἄρκια κἠν τούτοις ἦν τι περισσότερον
κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην,
εἶπε: ‘τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;’ [p. 360]