michaelius
εἰς εἰκόνα Ἀγαθίου Σχολαστικοῦἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν,
δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη,
ὡς μήτηρ ἐτέλεσσεν ἐφ᾽ υἱέι, καὶ πόρε τήνδε
εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης:
Μεμνόνιον δὲ τοκῆα, κασίγνητόν τε σὺν αὐτῷ
ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.