marcus argentarius
‘ Ὥριμος.’ Οἶδα καὶ αὐτός, ὁδοιπόρε. μηκέτ᾽ ἐπαίνει
ἰσχάδα, μηδ᾽ ἐσόρα τὸν πέλας ἀκρέμονα: [p. 304]
καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς,
καὶ φυλακὴν σύκων ἣν ἐπέοικεν ἔχων.
ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις:
ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.