Julianus
εἰς τὸν Πραξιτέλους Ἔρωτακλίνας αὐχένα γαῦρον ὑφ᾽ ἡμετέροισι πεδίλοις,
χερσί με ληϊδίαις ἔπλασε Πραξιτέλης.
αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με
χαλκεύσας, Φρύνᾐ δῶκε γέρας φιλίης:
ἡ δέ μιν αὖθις Ἔρωτι προσήγαγε: καὶ γὰρ ἐρῶντας
δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.